Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.136 Joseph. AJ 20.142 (English) >>Joseph. AJ 20.147

20.139λαβὼν δὲ τὴν δωρεὰν παρὰ τοῦ Καίσαρος Ἀγρίππας ἐκδίδωσι πρὸς γάμον Ἀζίζῳ τῷ Ἐμεσῶν βασιλεῖ περιτέμνεσθαι θελήσαντι Δρούσιλλαν τὴν ἀδελφήν· Ἐπιφανὴς γὰρ Ἀντιόχου τοῦ βασιλέως παῖς παρῃτήσατο τὸν γάμον μὴ βουληθεὶς τὰ Ἰουδαίων ἔθη μεταλαβεῖν καίπερ τοῦτο ποιήσειν προϋπεσχημένος αὐτῆς τῷ πατρί. 20.140καὶ Μαριάμμην δʼ ἐξέδωκεν Ἀρχελάῳ τῷ Ἑλκίου παιδὶ πρότερον ὑπὸ Ἀγρίππα τοῦ πατρὸς ἁρμοσθεῖσαν αὐτῷ, καὶ γίνεται θυγάτηρ αὐτοῖς ὄνομα Βερενίκη. 20.141

Διαλύονται δὲ τῇ Δρουσίλλῃ πρὸς τὸν Ἄζιζον οἱ γάμοι μετʼ οὐ πολὺν χρόνον τοιαύτης ἐμπεσούσης αἰτίας· 20.142καθʼ ὃν χρόνον τῆς Ἰουδαίας ἐπετρόπευε Φῆλιξ θεασάμενος ταύτην, καὶ γὰρ ἦν κάλλει πασῶν διαφέρουσα, λαμβάνει τῆς γυναικὸς ἐπιθυμίαν, καὶ Ἄτομον ὀνόματι τῶν ἑαυτοῦ φίλων Ἰουδαῖον, Κύπριον δὲ τὸ γένος, μάγον εἶναι σκηπτόμενον πέμπων πρὸς αὐτὴν ἔπειθεν τὸν ἄνδρα καταλιποῦσαν αὐτῷ γήμασθαι, μακαρίαν ποιήσειν ἐπαγγελλόμενος μὴ ὑπερηφανήσασαν αὐτόν. 20.143 δὲ κακῶς πράττουσα καὶ φυγεῖν τὸν ἐκ τῆς ἀδελφῆς Βερενίκης βουλομένη φθόνον αὑτῇ διὰ τὸ κάλλος παρεκάλει παρʼ ἐκείνης οἰόμενος οὐκ ἐν ὀλίγοις ἔβλαπτεν, παραβῆναί τε τὰ πάτρια νόμιμα πείθεται καὶ τῷ Φήλικι γήμασθαι. 20.144τεκοῦσα δʼ ἐξ αὐτοῦ παῖδα προσηγόρευσεν Ἀγρίππαν. ἀλλʼ ὃν μὲν τρόπον νεανίας οὗτος σὺν τῇ γυναικὶ κατὰ τὴν ἐκπύρωσιν τοῦ Βεσβίου ὄρους ἐπὶ τῶν Τίτου Καίσαρος χρόνων ἠφανίσθη, μετὰ ταῦτα δηλώσω.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.136 Joseph. AJ 20.142 (English) >>Joseph. AJ 20.147

Powered by PhiloLogic